Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.257 Joseph. AJ 12.261 (English) >>Joseph. AJ 12.267

12.259οἱ ἡμέτεροι πρόγονοι διά τινας αὐχμοὺς τῆς χώρας παρακολουθήσαντες ἀρχαίᾳ τινὶ δεισιδαιμονίᾳ ἔθος ἐποίησαν σέβειν τὴν παρὰ τοῖς Ἰουδαίοις λεγομένην σαββάτων ἡμέραν, ἱδρυσάμενοι δὲ ἀνώνυμον ἐν τῷ Γαριζεὶν λεγομένῳ ὄρει ἱερὸν ἔθυον ἐπʼ αὐτοῦ τὰς καθηκούσας θυσίας. 12.260σοῦ δὲ τοῖς Ἰουδαίοις τῆς πονηρίας αὐτῶν ἀξίως χρησαμένου, οἱ τὰ βασιλικὰ διοικοῦντες οἰόμενοι κατὰ συγγένειαν ἡμᾶς ταὐτὰ ποιεῖν ἐκείνοις ταῖς ὁμοίαις αἰτίαις περιάπτουσιν, ὄντων ἡμῶν τὸ ἀνέκαθεν Σιδωνίων, καὶ τοῦτο φανερόν ἐστιν ἐκ τῶν πολιτικῶν ἀναγραφῶν. 12.261ἀξιοῦμεν οὖν σε τὸν εὐεργέτην καὶ σωτῆρα προστάξαι Ἀπολλωνίῳ τῷ μεριδάρχῃ καὶ Νικάνορι τῷ τὰ βασιλικὰ πράττοντι μηδὲν ἡμῖν ἐνοχλεῖν προσάπτουσι τὰς τῶν Ἰουδαίων αἰτίας, ἡμῶν καὶ τῷ γένει καὶ τοῖς ἔθεσιν ἀλλοτρίων ὑπαρχόντων, προσαγορευθῆναι δὲ τὸ ἀνώνυμον ἱερὸν Διὸς Ἑλληνίου· γενομένου γὰρ τούτου παυσόμεθα μὲν ἐνοχλούμενοι, τοῖς δʼ ἔργοις μετὰ ἀδείας 12.262προσανέχοντες μείζονάς σοι ποιήσομεν τὰς προσόδους.” ταῦτα τῶν Σαμαρέων δεηθέντων ἀντέγραψεν αὐτοῖς βασιλεὺς τάδε· “βασιλεὺς Ἀντίοχος Νικάνορι. οἱ ἐν Σικίμοις Σιδώνιοι ἐπέδωκαν τὸ κατακεχωρισμένον ὑπόμνημα. 12.263ἐπεὶ οὖν συμβουλευομένοις ἡμῖν μετὰ τῶν φίλων παρέστησαν οἱ πεμφθέντες ὑπʼ αὐτῶν, ὅτι μηδὲν τοῖς τῶν Ἰουδαίων ἐγκλήμασι προσήκουσιν, ἀλλὰ τοῖς Ἑλληνικοῖς ἔθεσιν αἱροῦνται χρώμενοι ζῆν, ἀπολύομέν τε αὐτοὺς τῶν αἰτιῶν, καὶ τὸ παρʼ αὐτοῖς ἱερόν, καθάπερ ἠξιώκασι, προσαγορευθήτω Διὸς Ἑλληνίου.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.257 Joseph. AJ 12.261 (English) >>Joseph. AJ 12.267

Powered by PhiloLogic